Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 45.46 | Dem. 45.50 (English) | >>Dem. 45.54 |
45.48ὅτι δʼ οὐδʼ ὑμεῖς ἐθέλοιτʼ ἂν εἰκότως ἀκούειν περὶ τούτων αὐτῶν , ἐκεῖθεν εἴσεσθε , ἂν λογίσησθε πρὸς ὑμᾶς αὐτούς , ὅτι οὔτε νῦν ἐστιν χαλεπὸν περὶ ὧν μὴ κατηγόρηται λέγειν , οὔτε <τότε > ψευδεῖς ἀναγνόντα μαρτυρίας ἀποφεύγειν . ἀλλʼ οὐδέτερόν γε δίκαιον τούτων οὐδʼ ἂν εἷς φήσειεν εἶναι , ἀλλʼ ὃ ἐγὼ προκαλοῦμαι νῦν . σκοπεῖτε δʼ ἀκούσαντες .
45.49ἐγὼ γὰρ ἀξιῶ , οὓς μὲν ἀφείλοντό μʼ ἐλέγχους περὶ τῶν ἐγκλημάτων , οὓς προσῆκον ἦν ῥηθῆναι , μὴ ζητεῖν αὐτοὺς νῦν , αἷς δʼ ἀφείλοντο μαρτυρίαις , ὡς εἰσὶν ἀληθεῖς , δεικνύναι . εἰ δʼ ὅταν μὲν τὴν δίκην εἰσίω , τὰς μαρτυρίας μʼ ἐλέγχειν ἀξιώσουσιν , ὅταν δὲ ταύταις ἐπεξίω , περὶ τῶν ἐξ ἀρχῆς ἐγκλημάτων λέγειν με κελεύσουσιν , οὔτε δίκαιʼ οὔθʼ ὑμῖν συμφέροντʼ ἐροῦσιν .
45.50δικάσειν γὰρ ὀμωμόκαθʼ ὑμεῖς οὐ περὶ ὧν ἂν ὁ φεύγων ἀξιοῖ , ἀλλʼ ὑπὲρ αὐτῶν ὧν ἂν ἡ δίωξις ᾖ . ταύτην δʼ ἀνάγκη τῇ τοῦ διώκοντος λήξει δηλοῦσθαι , ἣν ἐγὼ τούτῳ ψευδομαρτυρίων εἴληχα . μὴ δὴ τοῦτʼ ἀφεὶς περὶ ὧν οὐκ ἀγωνίζεται λεγέτω · μηδʼ ὑμεῖς ἐᾶτε , ἂν ἄρʼ οὗτος ἀναισχυντῇ .
οἴομαι τοίνυν αὐτὸν οὐδὲν οὐδαμῇ δίκαιον ἔχοντα λέγειν ἥξειν καὶ ἐπὶ τοῦτο , ὡς ἄτοπον ποιῶ , παραγραφὴν ἡττημένος , τοὺς διαθήκην μαρτυρήσαντας διώκων , καὶ τοὺς δικαστὰς τοὺς τότε φήσειν διὰ τοὺς ἀφεῖναι μεμαρτυρηκότας ἀποψηφίσασθαι μᾶλλον ἢ διὰ τοὺς διαθήκην μαρτυρήσαντας . ἐγὼ δʼ , ὦ ἄνδρες Ἀθηναῖοι , νομίζω πάντας ὑμᾶς εἰδέναι , ὅτι οὐχ ἧττον τὰ πεπραγμένʼ εἰώθατε σκοπεῖν ἢ τὰς ὑπὲρ τούτων παραγραφάς · περὶ δὴ τῶν πραγμάτων αὐτῶν τὰ ψευδῆ καταμαρτυρήσαντες οὗτοί μου , ἀσθενεῖς τοὺς περὶ τῆς παραγραφῆς ἐποίησαν λόγους .
45.51
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 45.46 | Dem. 45.50 (English) | >>Dem. 45.54 |